Matthew 15:1-28

1Τότε προσέρχονται τῷ
 Ἰησοῦ = WH Treg NA/NIV: || Ἰησοῦ οἱ = RP
Ἰησοῦ ἀπὸ Ἱεροσολύμων
 Φαρισαῖοι καὶ γραμματεῖς = WH Treg NA/NIV: || γραμματεῖς καὶ Φαρισαῖοι = RP
Φαρισαῖοι καὶ γραμματεῖς ⸃ λέγοντες
2Διὰ τί οἱ μαθηταί σου παραβαίνουσιν τὴν παράδοσιν τῶν πρεσβυτέρων; οὐ γὰρ νίπτονται τὰς χεῖρας
 αὐτῶν = Treg NA/NIV RP: || [omit] = WH
αὐτῶν ὅταν ἄρτον ἐσθίωσιν.
3 δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν; 4 γὰρ θεὸς
 εἶπεν = WH Treg NA/NIV: || ἐνετείλατο λέγων = RP
εἶπεν· Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καί· κακολογῶν πατέρα μητέρα θανάτῳ τελευτάτω·
5ὑμεῖς δὲ λέγετε· Ὃς ἂν εἴπῃ τῷ πατρὶ τῇ μητρί· Δῶρον ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, 6
 οὐ = WH Treg NA/NIV: || καὶ οὐ = RP
οὐ μὴ
 τιμήσει = WH Treg NA/NIV: || τιμήσῃ = RP
τιμήσει τὸν πατέρα
 αὐτοῦ = WH NA/NIV: || αὐτοῦ ἢ τὴν μητέρα αὐτοῦ = Treg RP
αὐτοῦ· καὶ ἠκυρώσατε
 τὸν λόγον = WH Treg NA/NIV: || τὴν ἐντολὴν = RP
τὸν λόγον ⸃ τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν.
7ὑποκριταί, καλῶς ἐπροφήτευσεν περὶ ὑμῶν Ἠσαΐας λέγων· 8
 Ὁ λαὸς οὗτος = WH Treg NA/NIV: || Ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι αὐτῶν καὶ = RP
λαὸς οὗτος ⸃ τοῖς χείλεσίν με τιμᾷ, δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾽ ἐμοῦ·
9μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.

10Καὶ προσκαλεσάμενος τὸν ὄχλον εἶπεν αὐτοῖς· Ἀκούετε καὶ συνίετε· 11οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος τοῦτο κοινοῖ τὸν ἄνθρωπον. 12Τότε προσελθόντες οἱ
 μαθηταὶ = WH NA/NIV: || μαθηταὶ αὐτοῦ = Treg RP
μαθηταὶ
 λέγουσιν = WH Treg NA/NIV: || εἶπον = RP
λέγουσιν αὐτῷ· Οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν;
13 δὲ ἀποκριθεὶς εἶπεν· Πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν πατήρ μου οὐράνιος ἐκριζωθήσεται. 14ἄφετε αὐτούς·
 τυφλοί εἰσιν ὁδηγοί τυφλῶν = Treg NA: || τυφλοί εἰσιν ὁδηγοί = WH NIV; || ὁδηγοί εἰσιν τυφλοὶ τυφλῶν = RP
τυφλοί εἰσιν ὁδηγοί τυφλῶν ⸃· τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται.
15Ἀποκριθεὶς δὲ Πέτρος εἶπεν αὐτῷ· Φράσον ἡμῖν τὴν παραβολήν
 ταύτην = NA/NIV RP: || [omit] = WH Treg
ταύτην.
16
 δὲ = WH Treg NA/NIV: || δὲ Ἰησοῦς = RP
δὲ εἶπεν· Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε;
17
 οὐ = WH Treg NA/NIV: || Οὔπω = RP
οὐ νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται;
18τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον. 19ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι. 20ταῦτά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον, τὸ δὲ ἀνίπτοις χερσὶν φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον.

21Καὶ ἐξελθὼν ἐκεῖθεν Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος. 22καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα
 ἔκραζεν = WH Treg NA/NIV: || ἐκραύγασεν αὐτῷ = RP
ἔκραζεν λέγουσα· Ἐλέησόν με, κύριε
 υἱὸς = WH Treg NA/NIV: || υἱὲ = RP
υἱὸς Δαυίδ· θυγάτηρ μου κακῶς δαιμονίζεται.
23 δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ
 ἠρώτουν = WH Treg NA/NIV: || ἠρώτων = RP
ἠρώτουν αὐτὸν λέγοντες· Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν.
24 δὲ ἀποκριθεὶς εἶπεν· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. 25 δὲ ἐλθοῦσα
 προσεκύνει = WH Treg NA/NIV: || προσεκύνησεν = RP
προσεκύνει αὐτῷ λέγουσα· Κύριε, βοήθει μοι.
26 δὲ ἀποκριθεὶς εἶπεν· Οὐκ ἔστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις. 27 δὲ εἶπεν· Ναί, κύριε, καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. 28τότε ἀποκριθεὶς Ἰησοῦς εἶπεν αὐτῇ· γύναι, μεγάλη σου πίστις· γενηθήτω σοι ὡς θέλεις. καὶ ἰάθη θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.

Copyright information for SBLG